1. Ὁ τοῦ Ὠρίωνος μῦθος ἐπὶ τῆς γῆς ἄρχεται. Ἄλλοι μὲν ἄνθρωποι τοῦτο λέγουσιν· ἡ Γῆ τὸν Ὠρίωνα τίκτει.
2. Ἄλλοι δὲ· ὁ δὲ Ποσειδῶν τοῦ Ὠρίωνος πατήρ ἐστιν· ὁ γὰρ Ὠρίων γίγας ἐστὶ καὶ πελώριον σθένος ἔχει.
3. Ὁ δὲ Ὠρίων παρὰ τὸν φίλον Οἰνοπίωνα ἔρχεται. Ὁ δὲ Οἰνοπίων τῆς τῶν Χίων πόλεως ἄρχει. Τῷ δὲ Οἰνοπίωνι θυγάτηρ ἐστίν· ἡ θυγάτηρ αὐτοῦ Μερόπη ὀνομάζεται.
4. Ὁ μὲν Ὠρίων τῆς Μερόπης ἐρᾷ, ἡ δὲ Μερόπη οὐ μόνον τοῦ Ὠρίωνος οὐκ ἐρᾷ ἀλλὰ καὶ αὐτὸν οὐ βλέπει. Ἀνελπίστως οὖν ἔχων ὁ Ὠρίων ὑπὸ τοῦ οἴνου μεθύει καὶ τὴν Μερόπην βίᾳ ὑβρίζει.
5. Ὅτε δὲ ὁ Οἰνοπίων τὴν ὑβρίν πέπυσται, τῷ Ὠρίωνι δεινῶς ὀργίζεται. Νυκτὸς δὲ γενομένης, ὁ Οἰνοπίων τοὺς τοῦ Ὠρίωνος ὀφθαλμοὺς ἐκκόπτει.
6. Ὁ οὖν Ὠρίων τυφλὸς γενόμενος ἀπὸ τῆς Χίου φεύγει· εἰς τὸ τοῦ θεοῦ Ἡφαίστου χαλκεῖον ἔρχεται, ὅπου ὁ θεὸς αὐτῷ βοηθεῖ.
7. Μετὰ δὲ χρόνον τι, ὁ Ὠρίων πλανᾶται κατὰ τὴν Κρήτην. Λέγει δὲ ὅτι οὕτω βέλτιστος κυνηγέτης ἐστὶν ὥστε οἷός τ’ἀποκτείνειν πάντα τὰ τῆς νήσου θηρία.
8. Ἡ μὲν Γῆ φοβεῖται μὴ πάντα τὰ θηρία ἀποθνῄσκῃ, ἡ δὲ Ἄρτεμις ἀγανακτεῖ πρὸς τὸν Ὠρίωνα. Αἱ οὖν θεαὶ ἀποκρίνουσι φόνιον σκορπίον ἐπ’αὐτῷ πέμπειν.
9. Ὁ Σκορπίος καὶ ὁ Ὠρίων μάχονται· ὁρμᾷ μὲν ὁ κυνηγέτης κατὰ τὸν Σκορπίον, ὁ δὲ Σκορπίος τὸν κίνδυνον ἐκφεύγει. Ὅλως δὲ τοῦ Ὠρίωνος κάμνοντος ὁ Σκορπίος τῷ ἑαυτοῦ κέντρῳ αὐτὸν τιτρώσκει φόνον.
10. Ὁ δὲ Ζεύς, ὃς ἀπὸ τοῦ οὐρανοῦ πᾶν βλέπει, ἐν τοῖς ἀστράσι μνῆμα τιθέναι βούλεται. Τοιγαροῦν ἐν μὲν ἄλλῳ τόπῳ τοῦ οὐρανοῦ τὸν Ὠρίωνα, ἐν δὲ ἑτέρῳ τὸν Σκορπίον τίθησιν, ἵνα ἄμφω εἱλοῦνται τὸν αἰῶνα.